Powered By Blogger

Thursday, April 02, 2020

Ἡμέραι πανδημίας κατ᾿ οἰκουμένην πᾶσαν




Ὑγείας
θυμίαμα μάνναν


Ἱμερόεσσ', ἐρατή, πολυθάλμιε, παμβασίλεια,
κλῦθι, μάκαιρ' Ὑγίεια, φερόλβιε, μῆτερ ἁπάντων∙
ἐκ σέο γὰρ νοῦσοι μὲν ἀποφθινύθουσι βροτοῖσι,
πᾶς δὲ δόμος θάλλει πολυγηθὴς εἵνεκα σεῖο,
καὶ τέχναι βρίθουσι∙ ποθεῖ δέ σε κόσμος, ἄνασσα,
μοῦνος δὲ στυγέει σ' Ἀίδης ѱυχοφθόρος αἰεί,
ἀιθαλής, εὐκταιοτάτη, θνητῶν ἀνάπαυμα∙
σοῦ γὰρ ἄτερ πάντ' ἐστὶν ἀνωφελῆ ἀνθρώποισιν∙
οὔτε γὰρ ὀλβοδότης πλοῦτος γλυκερὸς θαλίηισιν,
οὔτε γέρων πολύμοχθος ἄτερ σέο γίγνεται ἀνήρ∙
πάντων γὰρ κρατέεις μούνη καὶ πᾶσιν ἀνάσσεις.
ἀλλά, θεά, μόλε μυστιπόλοις ἐπιτάρροθος αἰεὶ
ῥυομένη νούσων χαλεπῶν κακόποτμον ἀνίην.


Της Υγείας
θυμίαμα με μάννα

Περιπόθητη, ἐράσμια, ζωογόνα, παμβασίλισσα,
κουσε, μακαρία θεά, πλουτοφόρα, μητέρα λων·
γιατί ἀπό σένα φθίνουν τῶν θνητῶν οἱ νόσοι,
κι ἀνθεῖ πολυευτυχής κάθε οἰκία χάρι σέ σένα,
καί ἀκμάζουν οἱ τέχνες· σέ ποθεῖ ὁ κόσμος, ἂνασσα,
καί μόνο ὁ πάντα ψυχοφθόρος Ἃδης σέ μισεῖ,
ἐσύ ἡ ἀειθαλής, ὧ πολύευκτη, ἀνάπαυμα θνητῶν·
γιατί χωρίς ἐσένα ἀνώφελα εἶναι ὃλα στούς ἀνθρώπους·
γιατί οὒτε ὁ ὀλβοδότης πλοῦτος εἶναι γλυκύς στίς εὐωχίες·
οὒτε χωρίς ἐσένα γίνεται ὁ ἂνδρας γέροντας πολύμοχθος·
γιατί μόνον ἐσύ σέ ὃλους κυριαρχεῖς καί σ᾿ὃλους βασιλεύεις.
Ἀλλά, θεά, ἒλα στούς μυσταγωγούς πάντοτε ἀρωγός
προστατεύοντας ἀπ᾿τήν ὀλέθρια θλίψη τῶν φοβερῶν νόσων.

Απόδοση στη νεοελληνική γλώσσα Δ. Π. Παπαδίτσα, Ελένης Λαδιά
Ἀντιγραφεύς Εὒβουλος Πανορμεύς


No comments: