Powered By Blogger

Wednesday, January 23, 2013

Εἰς Ὑπατίαν Κόρην ἐπίγραμμα



Ὦ Ὑπατία,
Μουσῶν θεράπαινα ἦσθα
τῶν ἐρωμένων παιδείας Μυσταγωγός ἐγένου.
Μεληδόν διεσπάσθη σόν δέμας
ὑπό σκοτίων τά Χριστοῦ φρονούντων
ἐν τῇ τῶν Ἀλεξανδρέων πόλει
πυρί ἁλωθέν.
Ἀείζωος μένεις Κόρη
Λήθην ἀποπέμπουσα
Μνημοσύνη.


Περί  τό τέλος Ἰανουαρίου ἒχει καθιερωθεῖ νά ἀφιερώνεται ἡ 30η τοῦ μηνός στά Ἑλληνικά Γράμματα. Συμπίπτει μέ την γιορτή τῶν Τριῶν Ἱεραρχῶν ἀπό τήν θεσμική Ἐκκλησία τῆς Ἑλλάδος. Πιστεύουμε ὃμως, ὃτι ἡ μάρτυς Ὑπατία, πού ἀφοῦ βασανίσθηκε φρικτά ἀπό μανιασμένο ὂχλο Χριστιανῶν, μπορεῖ κάλλιστα νά ἀποτελέσει ἀφορμή ἀφιερώσεως στά Ἑλληνικά Γράμματα. Γιά τοῦτο τό παραπάνω ἐπίγραμμα. Πατατίθεται  στή συνέχεια περιγραφή τῶν τραγικῶν συμβάντων ἀπό τόν ἐκκλησιαστικό ἱστοριογράφο Σωκράτη τόν Σχολαστικό.

«῏Ην τις γυνὴ ἐν τῇ Ἀλεξανδρείᾳ͵ τοὔνομα Ὑπατία· αὕτη Θέωνος μὲν τοῦ φιλοσόφου θυγάτηρ ἦν· ἐπὶ τοσοῦτον δὲ προὔβη παιδείας͵ ὡς ὑπερακοντίσαι τοὺς κατ΄ αὐτὴν φιλοσόφους͵ τὴν δὲ Πλατωνικὴν ἀπὸ Πλωτίνου καταγομένην διατριβὴν διαδέξασθαι͵ καὶ πάντα τὰ φιλόσοφα μαθήματα τοῖς βουλομένοις ἐκτίθεσθαι· διὸ καὶ οἱ πανταχόθεν φιλοσοφεῖν βουλόμενοι κατέτρεχον παρ΄ αὐτήν. Διὰ τὴν προσοῦσαν αὐτῇ ἐκ τῆς παιδεύσεως σεμνὴν παρρησίαν καὶ τοῖς ἄρχουσι σωφρόνως εἰς πρόσωπον ἤρχετο· καὶ οὐκ ἦν τις αἰσχύνη ἐν μέσῳ ἀνδρῶν παρεῖναι αὐτήν· πάντες γὰρ δι΄ ὑπερβάλλουσαν σωφροσύνην πλέον αὐτὴν ᾐδοῦντο καὶ κατεπλήττοντο. Κατὰ δὴ ταύτης τότε ὁ φθόνος ὡπλί↔σατο· ἐπεὶ γὰρ συνετύγχανε συχνότερον τῷ Ὀρέστῃ͵ διαβολὴν τοῦτ΄ ἐκίνησε κατ΄ αὐτῆς παρὰ τῷ τῆς ἐκκλησίας λαῷ͵ ὡς ἄρα εἴη αὕτη ἡ μὴ συγχωροῦσα τὸν Ὀρέστην εἰς φιλίαν τῷ ἐπισκόπῳ συμβῆναι. Καὶ δὴ συμφρονήσαντες ἄνδρες τὸ φρόνημα ἔνθερμοι͵ ὧν ἡγεῖτο Πέτρος τις ἀναγνώστης͵ ἐπιτηροῦσι τὴν ἄνθρωπον ἐπανιοῦσαν ἐπὶ οἰκίαν ποθέν· καὶ ἐκ τοῦ δίφρου ἐκβαλόντες͵ ἐπὶ τὴν ἐκκλησίαν ᾗ ἐπώνυμον Καισάριον συνέλκουσιν͵ ἀποδύσαντές τε τὴν ἐσθῆτα ὀστράκοις ἀνεῖλον· καὶ μεληδὸν διασπάσαντες͵ ἐπὶ τὸν καλούμενον Κιναρῶνα τὰ μέλη συνάραντες πυρὶ κατηνάλωσαν. Τοῦτο οὐ μικρὸν μῶμον Κυρίλλῳ καὶ τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ εἰργάσατο· ἀλλότριον γὰρ παντελῶς τῶν φρονούντων τὰ Χριστοῦ φόνοι καὶ μάχαι καὶ τὰ τούτοις παραπλήσια. Καὶ ταῦτα πέπρακται τῷ τετάρτῳ ἔτει τῆς Κυρίλλου ἐπισκοπῆς͵ ἐν ὑπατείᾳ Ὁνωρίου τὸ δέκατον͵ καὶ Θεοδοσίου τὸ ἕκτον͵ ἐν μηνὶ Μαρτίῳ͵ νηστειῶν οὐσῶν».
Σωκράτης Σχολαστικός ( Εκκλησιαστική Ιστορία, βιβλίο έβδομο, κεφάλαιο 15ο).


Ἰανουάριος 2013    

No comments: